Νικολάου ἱερέως τοῦ ταραντίνου
λόγος
κατὰ τῶν χλευαζόντων τοὺς Γραικοὺς ἕνεκεν τῶν ἐπιτιθεμένων στεφάνων τοῖς νυμφευομένοις καὶ περὶ τῆς γενομένης συνάξεως ἔξω τῆς ἐκκλησίας ἐν τῇ ἁγίᾳ νυκτὶ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἀναστάσεως


« ᾿Εν τ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ,» φησὶν ὁ Δαυίδ. Τὸ προσεκτικῶς ταῖς θεῖαις καὶ θεοπνεύστοις γραφαῖς τὸν νοῦν, ἀδελφοί, ὑπερείδεσθαι, σωτήριον καὶ ὠφέλιμον. Αὐτὸς γὰρ ὁ θεάνθρωπος Κύριος πανταχοῦ τὰς θεῖας γραφὰς εἰς βεβαίωσιν [τῶν] παναληθεστάτων αὐτοῦ ῥημάτων προέβαλε. [Π]ρῶτον μὲν γὰρ τῷ πειραστῇ Ϲατανᾷ γραφικῶς ὡμίλει· τὸ γὰρ «Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου», καὶ τὸ «Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος», ναὶ μὴν καὶ τὸ «Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις», μοσαϊκὰ πάντα καὶ τοῦ παλαίου νόμου ῥητὰ τυγχάνουσι. Τοῖς δέ γε ᾿Ιουδαίοις διαλεγόμενος, «῾Ο πιστεύων εἰς ἐμέ», ἔλεγε, «καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος». Παῦλος δὲ ὁ τοῦ Κυρίου ἀπόστολος, τὶ λέγει περὶ τοῦ Χριστοῦ; ὅτι «Χριστὸς ἀπθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ γραφὰς καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήργεται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς»· καὶ «ὅσα γὰρ προεγράφη εἰς ἡμετέραν διδαχήν, προεγράφη ἵνα δὲ τῆς ὑπομονῆς καὶ τῆς παρακλσεως τῶν γραφῶν τὴν ἐλπίδα ἕχωμεν». Ὁρᾷς ὅτι αἱ θεοπνεύστοι γραφαὶ παρακλσεις ἐπωνομάζονται; ὡς τὴν ψυχὴν τοῦ ἐν αὐταῖς τερπομένου ἀεὶ εὐφραίνουσαι· «αἱ παρακλσεις σου», φησὶν ὁ Δαυίδ, «ηὔφρανον τὴν ψυχήν μου». Καὶ ὁ Λουκᾶς αὖθις ὁ εὐαγγελιστή, μετὰ τὸ φάγειν οἰκονομικῶς τὸν ἰχ<θὺν ἐν τῇ> ἡμέρᾳ τῆς θείας ἀναλήψεως, πῶς γράφει τὰ παρὰ σωτηρίαν <τοῖς> ἀποστόλοις λεγόμενα; «Οὗτοι», φησίν, «οἱ λόγοι οὓς ἐλάλησας πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τά γεγραμμένα ἐν τῷ νόμῳ Μωΰσεως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ· καὶ τότε πάλιν διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς». Οὐδὲν γὰρ ἀλόγου ζῴου διαφέρει ὁ τῶν θεῖων γραφῶν ἀμέτοχος, ἄνω τοίνυν καὶ κάτω καὶ πανταχοῦ. Αἰ θεῖαι γραφαὶ τῆς ἡμῶν θεῖας καὶ παναλησθεστάτης πίστεως στήριγμα καθεστήκασι.




Ταῦτα δὲ πάντα λέγομεν πρὸς τοὺς φιλοκόμπους τῶν Λατίνων καὶ καταγελάστους, τοὺς χλευάζοντας τὰ τῶν Γραικῶν ἐν τοῖς γάμοις στεφανοῦντων. Τὶ δὲ καλῶς στεφανοῦνται οἱ νυμφευόμενοι καὶ δικαίως οἱ μὲν ἐν τῷ στεφανοῦσθαι σπάθην περιζώννυνται, οἱ δὲ φελώνιον ἐνδιδύσκονται, ἄκουε πρῶτον μὲν γὰρ ‹ὃ λέγει› ὁ θεοπάτωρ Δαυίδ· « δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν»· ποίαν δόξαν καὶ ποίαν τιμὴν ἔχει νυμφίος ἀστεφάνωτος ἢ οὐκ οἶδας ὅτι μυστήριόν τι αἰνίττεται τὸ τοὺς νυμφευομένους στέφεσθαι ἐξαρχῆς παρὰ τοῦ Θεοῦ δηλοθέν; ὥσπερ γὰρ οἱ πρωτόπλαστοι ἐν τῇ Ἐδὲν ὑπὸ τοῦ πάντων Θεοῦ πότε εὐλογηθέντες ἤκουον «Αὐξάνεσθε καὶ πληρώσατε τὴν γῆν»· οὕτω καὶ νῦν οἱ νυμφευόμενοι ἐν τῷ δευτέρῳ παραδείσῳ, ἤγουν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ, στεφανοῦνται ὑπὸ τοῦ ἱερέως μετὰ ταῦτα ἐν τῷ στεφανοῦσθαι τοὺς νυμφευομένους ἐκβοῶντος καὶ λέγοντος· «ὁ Πατὴρ στεφανοῖ, ὁ Υἱὸς εὐλογεῖ, τὸ Πνεῦμα τὸ ἄγιον ἀγιάζει». Καὶ πάλιν ἔλαμπον οἱ προπάτωρες ἡμῶν Ἀδὰμ καὶ Εὔα τῇ θεουφάντῳ στολῇ πρὸ τῆς παραβάσεως, λάμπουσι τανῦν καὶ ἀστράπτουσιν οἱ νυμφευόμενοι, πρῶτον μὲν στολῇ τοῦ θεῖου βαπτίσματος καὶ τῇ τῶν ἀρετῶν φαιδρότητι, ναὶ μὴν καὶ τῷ καλλωπισμῷ τῶν ἰματίων λέγω νυμφικῶν. Ἐν τῷ παραδείσῳ ἐδέξαντο οἱ πρωτόκτιστοι παρὰ τοῦ πάντων Θεοῦ καὶ κτίστου τὴν ἐπὶ τῶν ὁράτων κτισμάτων ἀρχήν, ἐν τῷ νέῳ παραδείσῳ τοῦτ᾿ ἔστιν ἐν τῇ ἐκκλησίᾳ, δέχεται παρὰ μὲν τοῦ ἱερέως ὁ νυμφίος ὁράτως τὴν εὐλογίαν, ἀοράτως δὲ παρὰ Θεοῦ σὺν τῇ ἐξουσίᾳ τῇ εἰς τὴν ἰδίαν γυναίκα· ὁμοίως κἀκείνη εἰς τὸν ἴδιον ἄνδρα, καθὼς φησὶ Παῦλος·
«ὁ γὰρ ἀνὴρ οὐ κυριεύει τοῦ ἑαυτοῦ σώματος, ἀλλὰ ἡ γυνὴ αὐτοῦ, ὡσαύτος καὶ ἡ γυνὴ οὐκ ἐξουσιάζει τοῦ ἑαυτῆς σώματος, ἀλλ᾿ ὁ ἀνὴρ αὐτῆς. Καὶ πότε ἀνάρμοστον εἴη τοὺς ἐκ Θεοῦ τοῦ στεφαδότου συναρμοσθέντας, ὡς φησὶ Παῦλος ὅτι παρὰ Θεοῦ ἁρμόζεται ἀνδρὶ γυνή, ἀστεφανώτους νυμφευθῆναι, ἀλλὰ καὶ ἐν εἰκοστῷ ψαλμῷ πάλιν ὁ θεοπάτωρ λέγει· «ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου». Εἰ γὰρ καὶ περὶ τοῦ Ϲωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ ψαλμὸς ἐγράφη, ἀλλὰ καὶ περὶ τῶν χριστιανῶν, ὦ Λατῖνε, γέγραπται· ἔθηκεν ὁ Πατὴρ ἐπὶ τὴν ὁμοουσίου Υἱοῦ κεφαλὴν στέφανον ἐκ λίθου τιμίου, τοῦτ᾿ ἔστι τῆς πανσθενοῦς δυνάμεως, τίθησι καὶ ἐπὶ τὰς νυμφεομένων κεφαλὰς στεφάνους ἐκ λίθων τιμίων, ἤτοινυν σωφροσύνης καὶ καθαρότητος· ὁ γὰρ τοῦ παναγίου Πνεύματος τοῖς τῷ Υἱῷ πιστεύουσι μεταδοῦς, πολλῷ μᾶλλον τοῖς νυμφεομένοις θεῖων στεφάνων μεταδίδωσιν. Ὁ δέ γε σοφώτατος Ϲολομῶν, «ἐξέλθατε», φησί, «καὶ ἴδετε θυγατέρες Ϲιῶν ἐν τῷ βασιλεῖ Ϲολομῶνι ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν ἡ μητὴρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως, ἐν ἡμέρᾳ εὐφροσύνης αὐτοῦ». Εἰ δὲ καὶ περὶ τοῦ Χριστοῦ τοῦ ἀληθοῦς εἰρηναῖα ταῦτα εἴρηται, τοῦτο γὰρ Ϲολομῶν ἡρμηνεύεται, ὡς τὰ τίμια αὐτοῦ πάθη· καὶ τὸ ἀκάνθινον στέφανον, ὅνπερ ἡ τῶν Ἑβραίων συναγωγὴ τῇ τοῦ θεανθρώπου Χριστοῦ κεφαλῇ ἐπέθηκεν ἐν τῇ ἡμέρᾳ τῆς αὐτοῦ νυμφεύσεως, ἤτοι τῆς σωτηρίας ἡμῶν· αὐτὴ γάρ ἐστιν ἡ νυμφεύσις καὶ ἡ τῆς καρδίας αὐτοῦ εὐφροσύνη· ἀλλ᾿ οὖν γε καὶ περὶ τῶν πιστευόντων χριστιανῶν καὶ νυμφεομένων οὐκ ἔτι ἐν ἑβραϊκῇ συναγωγῇ, ἀλλ᾿ ἐν ἐκκλησίᾳ καθολικῇ καὶ ἀποστολικῇ, φίλε Λατῖνε, γέγραπται. Ἀλλὰ ταῦτα μὲν περὶ τῶν στεφάνων.



Περὶ δὲ τῶν ξιφῶν ὧν περιζώννυνται οἱ νυμφευόμενοι ῥετεὸν ἡμῖν. Ἀνάγνωθι, κῦρι λατῖνε, τὸν μδ' ψαλμὸν καὶ εὐρήσεις ἐν αὐτῷ γεγραμμένον τὸ
«Περίζωσαι τὴν ῥομφαίαν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τὸ κάλλει σου»· νόει τοίνυν, Λατῖνε, τὴν θεῖαν γραφὴν οὐ μόνον εἰς Χριστόν, ἀλλ᾿ εἰς πάντας τοὺς πιστεύοντας εἰς αὐτόν. Ῥομφαίαν οὖν κατανόει τοῦ Χριστοῦ τὸ σταυρὸν αὐτοῦ τὸ τίμιον· ὅτε γὰρ σταυρῷ ὡραιώθη, ὡραίος κάλλει αἱματωθείσης τῆς ἀχράντου αὐτοῦ σαρκὸς ἐν τῷ σταυρῷ. Οὕτως οὖν ὡραίζεται τῇ τοῦ ξίφου περιζώσει ὁ νυμφίος, ἐμφάινει γὰρ τότε τὴν ἐξουσίαν καὶ δυναστείαν ἣν ἔχει κατὰ πάντων τῶν ἐν μοιχείᾳ καὶ λαγνείᾳ καὶ πορνείᾳ συμφερομένων.

Οἱ δ᾿αὖ γε τὰ φελώνια ἐνδύμενοι, τῇ λαμπρότητι τῆς θεῖας ἱερουργίας καὶ τὴν εὐφροσύνης τὴν ἐξ αὐτῆς ὑπεμφαίνουσιν· «Ἀγαλλιάσθω», γὰρ φησὶν Ἡσαΐας ὁ σοφός,
«ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσέ με γὰρ ἱμάτιον σωτηρίου», καὶ τὰ ἑξῆς. Ϲίγησον, οὖν, σίγησον, ἐσθλὲ Λατῖνε, ὅσα γὰρ πρὸς ἡμῶν τῶν Γραικῶν γίνονται, εἴτε ἐν γάμοις εἴτε ἐν πάσαις ἄλλαις ἀκολουθίαις τῆς ἁγίας ἐκκλησίας, βεβαίως καὶ ἀτρεκεστάτως γίνονται· οὐ γὰρ ἡμεῖς ἐσμὲν οἱ ταῦτα τάχα πρῶτον ποιοῦντες, ἀλλ᾿ ἐκ τῶν ἐν Νικαίᾳ θεῖων πατέρων ταῦτα παρελάβομεν τὸ στέφεσθαι ἐν τοῖς γάμοις, τὸ σπάθην περιζώννυσθαι καὶ τὸ φελώνιον ἐνδύεσθαι· ὧν γὰρ τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, καὶ ὧν οἱ υἱοὶ νεοφύτοις ἐλαίων ὡμοιώθησαν δένδροις, ὁμοιωθῆναι τὸν νυμφίον ἀγαθῷ γεωργῷ, εἰδότι καλλειργῆσαι τὴν ἑαυτοῦ ἄρουραν, ἥγουν τὴν ἑαυτοῦ γαμετήν, καὶ τὴν νύμφην ἀπεικασθῆναι εὐθηνούσῃ ἀμπέλῳ·. ἄδικον ὁμοῦ καὶ ἄτακτον ἃν εἴη ἀστεφανώτους νυμφευθῆναι. Πῶς γὰρ γινώσκομεν διαφορὰν μαινάδος καὶ γυναικὸς σώφρονος, εἰ μὴ τῷ στεφθῆναι ἐν τοῖς γάμοις; Εἰ δὲ καὶ πείσθητι τῷ προφήτῃ Δαυίδ, λέγοντα πρὸς πάντα ἄνθρωπον νυμφευόμενον· «Ἰδοῦ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον· εὐλογήσαι σε Κύριος ἐκ Ϲιῶν, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου». Ὁρᾷς τὸ τῆς εὐλογίας καὶ τῶν στεφάνων μέγεθος; Πῶς οὖν οὕτως ἐπιδευὴς ἐγένου καὶ οὐκ ἐννοεῖς τὸ παρὰ πᾶσιν ἀνθρώποις λεγόμενον, ὅτι τοῖς Ἕλλησι δέδοται ἡ σοφία παρὰ τοῦ Θεοῦ, ὡς φησὶ Παῦλος; Γράφει γὰρ αὐτά· «Ἰουδαῖοι σημεῖα αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσι». Καὶ ταῦτα μὲν περὶ τῶν ἐν τοῖς γάμοις στεφανουμένων καὶ ξιφῶν καὶ φελωνίων κατὰ τὸ δυνατὸν ἡμῖν γέγραπται.



Ῥαπτέον οὖν ἡμῖν καὶ περὶ τοῦ τῆς σεπτῆς ἐκκλησίας κυκλώματος τῆς τε συνάξεως, τῆς ἐν ὄρθρῳ τοῦ ἁγίου πάσχα παρ᾿ ἡμῶν Γραικῶν γινομένης.
Καὶ σύ, κύρι Λατῖνε, προσεκτέον· ἐν τῷ μζ′ ψαλμῷ λέγει ὁ προφήτης Δαυίδ· «Εὐφρανθήτω ὄρος Ϲιῶν καὶ ἀγαλλιάσθωσαν αἰ θυγατέρες τῆς Ἰουδαίας ἔνεκεν τῶν κριμάτων σου, κεκυκλώσατε Ϲιῶν καὶ περιλάβετε αὐτήν.» καὶ τὰ ἑξῆς. Ὁρᾷς, κῦρ Λατῖνε, τὴν τῆς ἀναστάσεως τοῦ Χριστοῦ χαρμονήν; Εὐφράνθητι, γὰρ φησίν, ὄρος Ϲιῶν, ὅπερ ἐστὶν ἡ τοῦ Χριστοῦ ἐκκλησία. Ϲιῶν γὰρ οἴκος Θεοῦ ἑρμηνεύεται· εἴη δὲ καὶ Ϲιῶν ἅτε ὁ τῶν χριστιανῶν θεοπρεπὴς λαός, κατὰ τὸν προφήτην Ἱερεμίαν τὸν λέγοντα ὡς ἐκ προσώπου τοῦ θεαντρώπου Χριστοῦ· «ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. Ἐπεὶ τοίνυν ἡ τοῦ Χριστοῦ ἐκκλησία τύπον φέρει τῷ μὲν διαβόλῳ καὶ τοῖς δαίμοσιν ᾅδου καὶ ἀπολείας καὶ καταποντίσεως, τοῖς δὲ τοῦ Λόγου καὶ Θεοῦ λατρευταῖς σωτηρίας καὶ ἀγαλλιάσεως. Ὥσπερ γὰρ αὐτῶν ἀπιστῶν ψυχαὶ ἐν τῷ ᾅδῃ βασανίζονται, οὕτω δίχα παντὸς δισταγμοῦ, ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ βασανίζονται οἱ δαίμονες καὶ καταποντίζονται αἱ ἁμαρτίαι, βαπτιζομένων τῶν ἀνθρώπων καὶ φωτιζομένων ψυχῇ καὶ σώματι, καὶ τῶν ἀχράντων μυστηρίων Χριστοῦ γευομένων, καὶ μετόχων γενομένων τῆς ἀγγελικῆς διαγωγῆς καὶ τέρψεως. Ἡ μέντοι τῆς ἐκκλησίας κύκλωσις, ὡς προείρηται, σημεῖον ἀντίτυπον τῆς τοῦ ᾅδου σκυλεύσεως πέφυκεν. Ὁ γὰρ ἱερεὺς δεικνύει ἐν τῷ ἐστάναι ἔξω τῆς ἐκκλησίας καὶ λέγειν μεγαλοφώνως τὸ
«Χριστὸς ἀνέστι ἐκ νεκρῶν» μετὰ τοῦ σὺν αὐτῷ λαοῦ τὸν τύπον τῆς ἐν τῷ ᾅδῃ τοῦ Ϲωτῆρος φρικτῆς καταβάσεως ὁμοῦ καὶ σκυλεύσεως, εἰ δέ σοι εἴπομεν σημεῖον ἀντίτυπον εἶναι τὸν ἱερέα μετὰ τοῦ Χριστοῦ.